Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 19.215 Dem. 19.218 (English) >>Dem. 19.221

19.216ὧν οὐδενὶ δεῖ παρακρουσθῆναι τήμερον ὑμᾶς, ἀλλʼ ἀφʼ ὧν ἴστʼ αὐτοὶ τὰ πράγματα κρῖναι, μὴ τοῖς ἐμοῖς λόγοις μηδὲ τοῖς τούτου προσέχειν, μηδέ γε τοῖς μάρτυσιν, οὓς οὗτος ἑτοίμους ἕξει μαρτυρεῖν ὁτιοῦν, Φιλίππῳ χορηγῷ χρώμενος· ὄψεσθε δʼ ὡς ἑτοίμως αὐτῷ μαρτυρήσουσιν· μηδέ γʼ εἰ καλὸν καὶ μέγʼ οὗτος φθέγξεται, μηδʼ εἰ φαῦλον ἐγώ. 19.217οὐδὲ γὰρ ῥητόρων οὐδὲ λόγων κρίσιν ὑμᾶς τήμερον, εἴπερ εὖ φρονεῖτε, προσήκει ποιεῖν, ἀλλʼ ὑπὲρ πραγμάτων αἰσχρῶς καὶ δεινῶς ἀπολωλότων τὴν ὑπάρχουσαν αἰσχύνην εἰς τοὺς αἰτίους ἀπώσασθε, τὰ πεπραγμένα, πάντες ἐπίστασθε, ἐξετάσαντες. τί οὖν ἐστι ταῦθʼ ὑμεῖς ἴστε καὶ οὐ παρʼ ἡμῶν ὑμᾶς ἀκοῦσαι δεῖ; 19.218εἰ μὲν ἅπανθʼ ὅσʼ ὑπέσχονθʼ ὑμῖν ἐκ τῆς εἰρήνης γέγονε, καὶ τοσαύτης ἀνανδρίας καὶ κακίας ὑμεῖς ὁμολογεῖτʼ εἶναι μεστοί, ὥστε μήτʼ ἐν τῇ χώρᾳ τῶν πολεμίων ὄντων μήτʼ ἐκ θαλάττης πολιορκούμενοι μήτʼ ἐν ἄλλῳ μηδενὶ δεινῷ τῆς πόλεως οὔσης, ἀλλὰ καὶ σῖτον εὔωνον ὠνούμενοι καὶ τἄλλʼ οὐδὲν χεῖρον πράττοντες νῦν, 19.219προειδότες καὶ προακηκοότες παρὰ τούτων καὶ τοὺς συμμάχους ἀπολουμένους καὶ Θηβαίους ἰσχυροὺς γενησομένους καὶ τἀπὶ Θρᾴκης Φίλιππον ληψόμενον καὶ ἐν Εὐβοίᾳ κατασκευασθησόμενʼ ὁρμητήριʼ ἐφʼ ὑμᾶς καὶ πάνθʼ πέπρακται γενησόμενα, εἶτα τὴν εἰρήνην ἐποιήσασθʼ ἀγαπητῶς, ἀποψηφίσασθʼ Αἰσχίνου, καὶ μὴ πρὸς τοσούτοις αἰσχροῖς καὶ ἐπιορκίαν προσκτήσησθε· οὐδὲν γὰρ ὑμᾶς ἀδικεῖ, ἀλλʼ ἐγὼ μαίνομαι καὶ τετύφωμαι νῦν κατηγορῶν αὐτοῦ.


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 19.215 Dem. 19.218 (English) >>Dem. 19.221

Powered by PhiloLogic